Σήμερον ὁ ᾍδης στένων βοᾷ·
Κατεπόθη μου τὸ κράτος,
ὁ Ποιμὴν ἐσταυρώθη,
καὶ τὸν Ἀδὰμ ἀνέστησεν·
ὧν περ ἐβασίλευον ἐστέρημαι,
καὶ οὓς κατέπιον ἰσχύσας,
πάντας ἐξήμεσα,
ἐκένωσε τοὺς τάφους ὁ σταυρωθείς,
οὐκ ἰσχύει τοῦ θανάτου τὸ κράτος.
Δόξα Κύριε τῷ Σταυρῷ σου,
καὶ τῇ Ἀναστάσει σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου