Τρίτη 11 Δεκεμβρίου 2018

Χαίροις Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα,


Χαίροις Ἀρχιερέων Κανών,
τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα,
τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή,
τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος,
τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος,
ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος·
Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε,
τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος,
αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

1 σχόλιο:

Ανώνυμος είπε...

Άγιε Σπυρίδωνα πρέσβευε υπερ ημών.