Τρίτη 25 Μαρτίου 2025

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τὰ σύμπαντα τῷ σῷ κράτει συνέχων

 

25 Μαρτίου 1821

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τὰ σύμπαντα τῷ σῷ κράτει συνέχων καὶ τῇ θείᾳ σου καὶ πανσθενεῖ βουλῇ κυβερνῶν τὸν κόσμον· ὁ ἑκάστῳ ἔθνει τὰς ἰδίας ὁροθεσίας θέμενος, τὸ δὲ εὐσεβὲς ἡμῶν ἔθνος ἐξαιρέτως εὐεργετήσας, τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, καὶ πρὸς τὸ φῶς τῆς ὀρθοδόξου πίστεως καθοδηγήσας, ἐξ αὐτοῦ δὲ μεγάλους τῇ Ἐκκλησίᾳ πατέρας καὶ διδασκάλους ἀναδείξας, καὶ εἰς ἐλεύθερον αὖθις βίον ἐξαναστήσας· αὐτὸς Πανάγιε Δέσποτα, πρόσδεξαι τὰς εὐχαριστηρίους ἡμῶν δεήσεις ἐπὶ τῇ ἀπελευθερώσει καὶ παλιγγενεσίᾳ τοῦ ἡμετέρου ἔθνους, καὶ ἐπάκουσον ἡμῶν ἐν πίστει δεομένων σου ἐκτενῶς.

Καὶ τὰς μὲν ψυχὰς τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσι πεσόντων, ἢ ὑπὸ τῶν πολεμίων ἐν αἰχμαλωσίᾳ καὶ κακουχίᾳ ἀποθανόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν μετὰ τῶν ἀπ ̓ αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον· ἡμᾶς δὲ πάντας, ὁ ὑπερασπιστὴς τῶν σωτηρίων ἡμῶν, ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον καθοδήγησον. Τοὺς πιστοὺς ἄρχοντας ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, καὶ λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις αὐτῶν ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου.

Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Δεν υπάρχουν σχόλια: