Πέμπτη 29 Μαΐου 2025

Ὁ Θεός, ἤλθοσαν ἔθνη - Μανουήλ Δοῦκα τοῦ Χρυσάφη

 

 «Ὁ Θεός, ἤλθοσαν ἔθνη,
εἰς τὴν κληρονομίαν σου,
ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου,
Κύριε,
ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου,
βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ,
τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς·
ἐξέχεαν τὸ αἷμα αὐτῶν, Κύριε,
ὡς ὕδωρ κύκλῳ Ἱερουσαλήμ,
καὶ οὐκ ἦν ὁ θάπτων.
ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν,
μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.
ἕως πότε, Κύριε
ὀργισθήσῃ εἰς τέλος,
ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;
ἕως πότε, Κύριε;
ἔκχεον τὴν ὀργήν σου,
ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε
καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο...
μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων·
ἀλλὰ βοήθησον ἡμῖν ταχὺ
καὶ ἐλέησόν ἡμᾶς.»
Μανουήλ Δοῦκα τοῦ Χρυσάφη

Δεν υπάρχουν σχόλια: