Τετάρτη 11 Σεπτεμβρίου 2024

Προσευχὴ ἐκπαιδευτικῶν

 «Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ Εἶς καὶ μόνος Καθηγητὴς καὶ Διδάσκαλος ἡμῶν, γενοῦ, δεόμεθά Σου, ἐν μέσῳ τῶν ἐνθάδε συναχθέντων διδασκάλων, δούλων Σου δουλευόντων τῷ λόγῳ Σου καὶ ταῖς ἐντολαῖς Σου. Γενοῦ ἁγιασμὸς καὶ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων αὐτῶν. κατεύ θυνον τὰ διαβήματα αὐτῶν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εὐλόγει πλουσίως πά ντοτε τὴν ζωὴν αὐτῶν καὶ τὸ διδακτικὸν αὐτῶν ἔργον. Ἵνα, ποιοῦντες ἀεὶ καὶ διδάσκοντες, ὅσα ἀληθῆ, ὅσα ἁγνά, ὅσα καλὰ καὶ ὠφέλιμα τῷ λαῷ Σου καὶ τῇ νεολαίᾳ Σου, ὡς φωστῆρες λάμποντες, φαίνωνται καὶ φαίνωσιν, ἐν μέσῳ τοῦ λαοῦ Σου. ἀξιωθῶσι δὲ καὶ τοῦ ἐν οὐρανοῖς μισθοῦ παρὰ χειρός Σου, τοῦ εἰπόντος “ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν”.

Ὅτι Σοῦ, μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος, ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».


 Προσευχὴ ἐκπαιδευτικῶν 
(ἐν: Πρακτικὰ Ε΄ Παιδ. Συνεδρείου ΧΕΕΛ, σελ. 10)

Δεν υπάρχουν σχόλια: