22 Ιουνίου 2025: Σύναξις τῶν Κινέζων Μαρτύρων
Ὑπόμνημα
Κατὰ τὸ σωτήριον ἔτος 1900, κηρυχθείσης τῆς ὑπὸ τῆς
τότε κυριαρχούσης τὴν ἀχανῆ χώραν τῆς Κίνας βασιλομήτορος κατὰ πάντων τῶν ἀλλοδαπῶν
ἐπαναστάσεως τῆς λεγομένης τῶν «Μπόξερς»(Πυγμάχων), εὗρον μαρτυρικὸν θάνατον καὶ
οἱ ἐν Πεκίνῳ ὄντες Ὀρθόδοξοι, τὸν ἀριθμὸν διακόσιοι εἴκοσι, ἐνῷ καί τινες ἕτεροι
λιποψυχήσαντες ἠρνήσαντο τὴν εὐαγγελικὴν ἀλήθειαν. Τούτων πάντων προέστη ὁ
χριστόψυχος ἱερεὺς Μητροφάνης Τσὶ Τσούνγκ, οὗ τῷ παραδείγματι ἀκολουθοῦντες
συνεμαρτύρησαν ποικίλοις τρόποις ἡ πρεσβυτέρα αὐτοῦ Τατιανή, οἱ υἱοὶ αὐτοῦ Ἠσαΐας
καὶ Ἰωάννης, ἡ Μαρία μέλλουσα σύζυγος τοῦ Ἠσαΐου, ὡς ἐπίσης οἱ Παῦλος Γουάν, ἡ
διδασκάλισσα Ἴα Γουέν, ὁ ὀκταέτης Ἰωάννης, ὁ Κλήμης Κούι Κίν, ὁ Ματθαῖος Χάι
Τσουάν, ὁ ἀδελφός αὐτοῦ Βίτος, ἡ Ἄννα Σούϊ καὶ ἕτεροι πολλοὶ ὧν ὁ στεφοδότης
Κύριος τῆς ζωῆς γινώσκει τὰ ὀνόματα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος γ. Τὴν ὡραιότητα.
Πλάνην πατήσαντες, πατρῴαν Μάρτυρες, Χριστὸν ἐπέγνωτε, Θεὸν καὶ Κύριον, Ὃν γενναιότητι ψυχῆς κηρύξαντες ὡς Σωτῆρα, πάθη ὑπεμείνατε, καὶ βασάνους ὡς ἄσαρκοι, στέφος τὸ ἀμάραντον, ἐξ Αὐτοῦ εἰσδεξάμενοι· καὶ νῦν ὑπὲρ τῆς Κίνας ἁπάσης, πρεσβεύετε ἰδεῖν τὸ φῶς τῆς γνώσεως.
Κοντάκιον τῶν Μαρτύρων. Ἦχος δ ́. Ὁ ὑψωθείς.
Τῶν παλαιῶν ἐκμιμηταὶ ἀθλοφόρων, ἐν τοῖς ἐσχάτοις ἀνεδείχθητε
χρόνοις, ὑπὲρ Χριστοῦ μακάριοι ἀθλήσαντες στεῤῥῶς· αἵμασι ποτίσαντες Ἐκκλησίαν
τῆς Κίνας, στέφανον εἰλήφατε ἐκ χειρὸς τοῦ Κυρίου, ᾯ παρεστῶτες μνήσθητε ἀεί, τῶν
γεραιρόντων ὑμῶν τὰ παλαίσματα.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου