Σήμερον ἡ κτίσις φωτίζεται,
σήμερον τὰ πάντα εὐφραίνονται,
τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια.
Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται·
ὅπου γὰρ Βασιλέως παρουσία,
καὶ ἡ τάξις παραγίνεται.
Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην,
ἴδωμεν πάντες τόν Ἰωάννην,
πῶς βαπτίζει Κορυφήν,
ἀχειροποίητον καὶ ἀναμάρτητον.
Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες,
συμφώνως βοήσωμεν·
Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ,
ἡ σωτήριος πᾶσιν ἀνθρώποις,
καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
1 σχόλιο:
Μεγάλη και σημαντική η σημερινή ημέρα για τη θρησκεία μας..Η βάφτιση του Χριστού.Ο αγιασμός των υδάτων..
Δημοσίευση σχολίου