Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός,
ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων,
ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας,
Σταυρὲ τίμιε·
δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν,
ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν,
καὶ διάβολος, παντελῶς καταβέβληται.
Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε,
Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου,
καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου